Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.22
Not analysed yet
Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος ὁ μιμητὴς τοῦ Χριστοῦ, ὁ τῆς ἀρίστης πολιτείας διδάσκαλος, ὁ πανταχοῦ περιτρέχων καὶ πάντα ποιῶν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔγραφε λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ παραινῶν καὶ λέγων· Ἀπέθου τὸ παλαιὸν ἔνδυμα, ἔλαβες τὸ καινὸν καὶ τοσαύτην ἔχον τὴν φαιδρότητα ὡς αὐταῖς ἀντιλάμπειν ταῖς ἀκτῖσι ταῖς ἡλιακαῖς· σκόπει ὅπως ἐπὶ τῆς αὐτῆς φαιδρότητος διατηρῇς τοῦ ἐνδύματος τὸ κάλλος. Ἕως γὰρ ἂν βλέπῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἀπαστράπτον ἡμῶν τοῦτο τὸ ἔνδυμα τὸ πνευματικόν, οὐ τολμᾷ οὐδὲ πλησίον στῆναι, οὕτω δέδοικεν αὐτοῦ τὴν φαιδρότητα. Ἀποτυφλοῖ γὰρ αὐτοῦ τὰς ὄψεις ἡ ἀστραπὴ ἡ ἐντεῦθεν ἐκπηδῶσα.