Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.23
Not analysed yet
Διό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου· «Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.»