Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.24
Not analysed yet
Μήτε διάλεξις τοίνυν βιωτικὴ καὶ ἀνόνητος καὶ μηδὲν κέρδος ἔχουσα παρ' ἡμῶν γινέσθω· καινὴν γὰρ εἱλόμεθα λοιπὸν πολιτείαν καὶ ἐξηλλαγμένην καὶ προσήκει ἡμᾶς ἀκόλουθα τῇ πολιτείᾳ διαπράττεσθαι ἵνα μὴ ταύτης ἀνάξιοι γενώμεθα. Οὐχ ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ' αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι· ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ πραγματεύεται.