Ancient Greek · ~3 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.26
Not analysed yet
Καὶ ἕκαστον τῶν παρ' ἡμῶν γινομένων πολλῆς μετεχέτω τῆς κοσμιότητος. «Στολισμὸς γάρ, φησίν, ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.» Τῆς γὰρ ἐν τῇ ψυχῇ καταστάσεως εἰκὼν ἂν γένοιτο σαφὴς ἡ ἔξωθεν ὄψις, καὶ ἡ τῶν μελῶν κίνησις ἐκείνης μάλιστα δείκνυσι τὴν εὐμορφίαν. Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστάσεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶντας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ καινὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος δείκνυσι Παῦλος λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις.»