Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.27
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα. Διὰ τοῦτο καὶ πάντα τὰ δεδωρημένα ἡμῖν τυγχάνει πνευματικά. Καὶ γὰρ τὸ ἔνδυμα ἡμῶν πνευματικὸν καὶ ἡ τροφὴ ἡμῶν πνευματικὴ καὶ τὸ πόμα ἡμῶν πνευματικόν· λοιπὸν ἀκόλουθον ἂν εἴη καὶ τὰ ἔργα ἡμῶν καὶ τὰς πράξεις πάσας εἶναι πνευματικάς. Αὗται γάρ εἰσι καρπὸς τοῦ Πνεύματος καθάπερ καὶ Παῦλος λέγει· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, φησίν.» Καλῶς οὕτως εἶπεν· ἀνώτεροι γὰρ τοῦ νόμου οἱ τὴν ἀρετὴν μετιόντες καὶ οὐχ ὑπόκεινται νόμῳ· «Δικαίῳ γάρ, φησί, νόμος οὐ κεῖται.»