Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.29
Not analysed yet
Οἱ τοίνυν τοῦ Χριστοῦ γενόμενοι καὶ αὐτὸν ἐνδυσάμενοι καὶ τῆς τροφῆς αὐτοῦ τῆς πνευματικῆς καὶ τοῦ ποτοῦ καταξιούμενοι, οὕτως ἑαυτοὺς ῥυθμίσωμεν ὡς μηδὲν κοινὸν ἔχοντες πρὸς τὰ τοῦ παρόντος βίου πράγματα. Καὶ γὰρ εἰς ἑτέραν πολιτείαν ἀπεγραψάμεθα, εἰς τὴν ἄνω Ἱερουσαλήμ. Διό, παρακαλῶ, ἄξια τῆς πολιτείας ἐκείνης τὰ ἔργα ἐπιδειξώμεθα ἵνα καὶ δι' ὧν αὐτοὶ τὴν ἀρετὴν μέτιμεν καὶ δι' ὧν ἑτέρους εἰς τὴν τοῦ δεσπότου δοξολογίαν ἐκκαλούμεθα, πολλὴν τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ὅταν γὰρ δεσπότης ἡμῶν δοξάζηται, μετὰ πολλῆς καὶ αὐτὸς δαψιλείας τὰς παρ' ἑαυτοῦ δωρεὰς ἡμῖν ἐκχεῖ, ἅτε ἀποδεξάμενος ἡμῶν τὴν εὐγνωμοσύνην καὶ εἰδὼς ὡς οὐκ εἰς ἀχαρίστους καὶ ἀγνώμονας τὰς παρ' ἑαυτοῦ εὐεργεσίας κατατίθεται.