Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.30
Not analysed yet
Οἶδα ὅτι μακρὸν ἐποίησα τὸν λόγον. Ἀλλὰ σύγγνωτε· ἡ πολλὴ περὶ ὑμᾶς φιλοστοργία εἰς μῆκος ἡμῖν ἐξέτεινε τὴν διδασκαλίαν. Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.