Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.3
Not analysed yet
Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις. Ἐκεῖνοι μὲν γὰρ ἐν νυκτὶ μόνον φαίνουσιν· ἐν ἡμέρᾳ δὲ οὐκ ἄν ποτε φανεῖεν. Οὗτοι δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁμοίως λάμπουσιν, ἀστέρες γάρ εἰσι πνευματικοί, καὶ πρὸς αὐτὸ τὸ ἡλιακὸν ἁμιλλῶνται φῶς, μᾶλλον δὲ καὶ τοῦτο πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσιν. Εἰ γὰρ καὶ ταύτῃ τῇ εἰκόνι ἐχρήσατο ὁ δεσπότης Χριστὸς δεικνὺς τῶν δικαίων τὴν ἐν τῷ μέλλοντι αἰῶνι φαιδρότητα εἰπών· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος», οὐκ ἐπειδὴ τοσοῦτον λάμπουσιν μόνον ἀλλ' ἐπειδὴ οὐκ ἦν ἕτερον αἰσθητὸν παράδειγμα εὑρεῖν τούτου φαιδρότερον, διὰ τοῦτο ταύτῃ τῇ εἰκόνι παρέβαλε τὴν τῶν δικαίων λῆξιν.