Ancient Greek · ~3 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.4
Not analysed yet
Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύσασθαι κατηξιώθησαν. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας. Ὅταν δὲ εἴπω τὸν Χριστόν, καὶ τὸν Πατέρα λέγω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ γὰρ αὐτὸς ὑπέσχετο λέγων· «Ἐάν τις ἀγαπᾷ με καὶ τὰς ἐντολάς μου τηρήσῃ, ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.»