Ancient Greek · ~2 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.33
Not analysed yet
Καὶ διὰ τῆς ἀρίστης πολιτείας τοσαύτην ἐπισπάσησθε τὴν παρὰ τοῦ Πνεύματος χάριν ὡς καὶ ὑμᾶς ἀκαταγωνίστους εἶναι καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν σκιρτᾶν καὶ γεγηθέναι ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ καὶ τὸν ἁπάντων ἡμῶν δεσπότην δοξάζεσθαι καὶ πάντας ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.