Ancient Greek · ~3 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.32
Not analysed yet
Καὶ ἡμεῖς τοίνυν σπουδάσωμεν ἐφ' ἑκάστης ἡμέρας περισκοπεῖν μήπου τινὰ σπίλον ἢ ῥυτίδα δέξηται τὸ φαιδρὸν ἡμῶν τοῦτο ἔνδυμα, ἀλλὰ μέχρι τῶν μικρῶν νομιζομένων πολλὴν τὴν παραφυλακὴν ποιώμεθα ἵνα δυνηθῶμεν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων διαφυγεῖν. Ἐὰν γὰρ ἀρξώμεθα ἐνίων ὡς εὐτελῶν καταφρονεῖν, κατὰ μικρὸν ὁδῷ βαδίζοντες καὶ πρὸς τὰ μεγάλα τῶν πταισμάτων ἥξομεν. Διὸ παρακαλῶ καὶ τῶν συνθηκῶν ἐπὶ τῆς διανοίας τὴν μνήμην ὑμᾶς ἀεὶ περιφέρειν καὶ πᾶσιν οἷς ἐπετάξασθε, ταῖς πομπαῖς λέγω ταῖς διαβολικαῖς καὶ ταῖς ἄλλαις πάσαις μεθοδείαις τοῦ πονηροῦ, τούτων διηνεκῶς φεύγειν τὴν λύμην καὶ τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἀκεραίους διαφυλάττειν ἵνα τῶν πνευματικῶν τούτων δείπνων συνεχῶς ἀπολαύοντες καὶ ὑπὸ τῆς ἐντεῦθεν τροφῆς νευρούμενοι ἀχείρωτοι γένησθε ταῖς τοῦ διαβόλου μηχαναῖς.