Ancient Greek · ~3 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.1
Not analysed yet
Εἰ καὶ ἡ νηστεία παρῆλθεν, ἀγαπητοί, ἀλλὰ μενέτω ἡ εὐλάβεια. Εἰ καὶ ὁ τῆς ἁγίας τεσσαρακοστῆς καιρὸς παρέδραμε, τὴν γοῦν μνήμην αὐτῆς μὴ ἀποθώμεθα. Ἀλλὰ μηδεὶς δυσχεραινέτω, παρακαλῶ, πρὸς τὴν παραίνεσιν· οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι. Ἔστι γὰρ καὶ μὴ νηστεύοντα νηστεύειν. Καὶ πῶς; Ἐγὼ λέγω· ὅταν βρωμάτων μὲν μεταλαμβάνωμεν ἁμαρτημάτων δὲ ἀπεχώμεθα. Αὕτη γὰρ ἡ ἐπωφελὴς νηστεία καὶ διὰ ταύτην καὶ ἡ τῶν βρωμάτων ἀποχὴ γίνεται ἵν' εὐκολώτερον πρὸς τὸν τῆς ἀρετῆς δρόμον τρέχωμεν. Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν τῶν ἁμαρτημάτων διατηρεῖν, οὕτω ποιῶμεν πειθόμενοι.