Ancient Greek · ~4 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.2
Not analysed yet
Καὶ γὰρ εὐκολώτερος ἡμῖν οὗτος ἔσται τῆς νηστείας ὁ τρόπος· διότι ἐπ' ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς τῶν βρωμάτων λέγω, πολλῶν ἤκουον λεγόντων βαρέως φέρειν τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων σώματος καὶ πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι. Ἐπὶ δὲ ταύτης τῆς νηστείας οὐδὲν τοιοῦτον ἔστι προβαλέσθαι. Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων ἀπολαύειν καὶ τὴν κατάλληλον τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν ποιεῖσθαι. Οὐδενὸς γὰρ τούτων τέως ἀπέχεσθαι νῦν παραινῶ. Ἁμαρτίας μόνον ἀπόστηθι καὶ τὴν ἐκείνης ἀποχὴν διηνεκῶς ἐπιδείκνυσο. Καὶ οὕτω δυνήσῃ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν. Ἐκείνων μὲν γὰρ ὧν ἀπηριθμησάμεθα, ἡ σύμμετρος ἀπόλαυσις οὐ κεκώλυται· ἡ δὲ ἁμαρτία πάντη ἀπηγόρευται· αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς καὶ ἀδηφαγίας καὶ πολλῆς τῆς βλακείας. Διό, παρακαλῶ, ταῦτα ἀκριβῶς ἐπισταμένους μὴ τὰ ἄδικα εἰς πρόφασιν ῥᾳθυμίας χρησώμεθα.