Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.13
Not analysed yet
Οἱ γὰρ τοιοῦτοι καὶ αὐτῶν τῶν ἀλόγων ἂν εἶεν ἀλογώτεροι. Καὶ πῶς; Ἐγὼ λέγω· τὰ ἄλογα ἐπειδὰν διψῇ μέχρι τῆς χρείας τὴν ἐπιθυμίαν ἵστησι καὶ οὐκ ἄν ποτε ἀνάσχοιτο ὑπερβῆναι τὴν χρείαν· ἄνθρωποι δὲ οἱ λογικοὶ οὐ τοῦτο σκοποῦσιν ὅπως τὸ δίψος παραμυθήσωνται, ἀλλ' ὅπως ὑποβρύχιοι γενόμενοι χαλεπώτερον ἑαυτοῖς ἐργάσωνται τὸ ναυάγιον. Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς τὸ φορτίον τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν διάνοιαν καὶ τῆς ψυχῆς τὴν εὐγένειαν ἐλυμήνατο.