Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.12
Not analysed yet
Καὶ ταῦτα νῦν λέγω, οὐ τῶν παρόντων καταγινώσκων, μὴ γένοιτο· πέπεισμαι γὰρ ὅτι καθαροὶ τοῦ πάθους ὑμεῖς τυγχάνετε διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τούτου μέγιστον ποιοῦμαι δεῖγμα τὴν ἐνταῦθα μετὰ προθυμίας ὑμῶν συνέλευσιν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν τῆς πνευματικῆς ταύτης διδασκαλίας. Οὐδὲ γὰρ ἔνι τὸν μὴ νήφοντα καὶ ἐγρηγορότα θείων λογίων ἐπιθυμεῖν. Ἀλλὰ ταῦτα λέγω βουλόμενος δι' ὑμῶν καὶ τοὺς ἄλλους ἅπαντας παιδεύεσθαι καὶ ὑμᾶς ἀσφαλεστέρους γενέσθαι ὥστε μηδέποτε ἁλῶναι τούτῳ τῷ πάθει.