Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.15
Not analysed yet
Οὐ τοσαύτης ὑμῖν παραινέσεως καὶ συμβουλῆς ἦν χρεία κατὰ τὸν τῆς ἁγίας τεσσαρακοστῆς καιρὸν ὅση νῦν. Τότε μὲν γὰρ ἡ τῆς νηστείας ὑπόθεσις καὶ ἄκοντας ὑμᾶς ἐσωφρόνιζε· νυνὶ δὲ δέδοικα καὶ φοβοῦμαι τὴν ἄδειαν καὶ τὴν ἐκ ταύτης τικτομένην ῥᾳθυμίαν. Πρὸς οὐδὲν γὰρ οὕτως ἄχρηστον ἡ ἀνθρωπίνη φύσις ὡς πρὸς ἄνεσιν· διὸ καὶ ὁ φιλάνθρωπος δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν τῆς σωτηρίας ἡμῶν τὴν πρόνοιαν ποιούμενος.