Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.16
Not analysed yet
Διηνεκῶς γὰρ δεόμεθα χαλινοῦ ὥστε εὔτακτα βαδίζειν, ἐπεὶ καὶ Ἰουδαῖοι ἐντεῦθεν τὴν ἄνωθεν ὀργὴν ἐπεσπάσαντο. Ὅτε γὰρ πολλῆς ἀπέλαυσαν τῆς ἀνέσεως καὶ ἐν ἀδείᾳ γεγόνασι, τῆς σκληρᾶς δουλείας ἀπαλλαγέντες τῆς ἐν Αἰγύπτῳ, δέον πλείονα τὴν εὐχαριστίαν ποιεῖν καὶ τὴν δοξολογίαν σπουδαιότερον ἀναφέρειν τῷ δεσπότῃ καὶ εὐγνώμονας γίνεσθαι περὶ τὸν τοσαύτας εὐεργεσίας εἰς αὐτοὺς καταθέμενον. Οἱ δὲ τὸ ἐναντίον ἐποίησαν καὶ ὑπὸ πολλῆς ἀνέσεως ἐξετραχηλίσθησαν. Διά τοι τοῦτο κατηγοροῦσα αὐτῶν ἡ θεία γραφή φησιν· «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.»