Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.18
Not analysed yet
Ἀλλὰ τοιοῦτο τῶν ἀγνωμόνων οἰκετῶν καὶ τῶν ἀναισθήτων Ἰουδαίων τὸ ἔθος. Ἡμεῖς δέ, παρακαλῶ, διηνεκῶς τὰς τοῦ Θεοῦ δωρεὰς ἐπὶ τῆς διανοίας στρέφοντες καὶ ἀναμιμνῃσκόμενοι τῶν εὐεργεσιῶν αὐτοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος εὐγνώμονες γινώμεθα καὶ διὰ παντὸς τὸν τῶν ἀγαθῶν ἡμῖν αἴτιον ἐπιγινώσκωμεν καὶ ἀξίαν τῶν εὐεργεσιῶν τὴν πολιτείαν ἐπιδειξώμεθα καὶ καθ' ἑκάστην ἡμέραν τῆς ἑαυτῶν ψυχῆς τὴν ὑγίειαν πραγματευώμεθα. Καὶ μάλιστα ὑμεῖς οἱ πρόσφατον τῆς θείας καταξιωθέντες μυσταγωγίας καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ λαμπρὰν τὴν στολὴν περιβαλόμενοι· καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξάμενοι, ἀξίαν τοῦ ἐνοικοῦντος τὴν πολιτείαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γενέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα ἀποστόλου γενομένου.