Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.17
Not analysed yet
Μετὰ γὰρ τὰ πολλὰ θαύματα ἐκεῖνα καὶ τὰ σημεῖα τὰ παράδοξα καὶ τῆς θαλάττης τὴν διάβασιν καὶ τὸν τῶν Αἰγυπτίων ὄλεθρον καὶ τὴν ξένην καὶ καινὴν τοῦ μάννα τροφήν, ἔτι ἔναυλον ἔχοντες τῶν εὐεργεσιῶν τὴν μνήμην, ἐπειδὴ ἐν πολλῇ ἀνέσει γεγόνασι, λήθην ἁπάντων ἐκείνων ποιησάμενοι μόσχον κατασκευάσαντες προσεκύνουν λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου.» Ὢ τῆς ἀγνωμοσύνης, ὢ τῆς πολλῆς ἀναισθησίας. Τοιοῦτον γὰρ αὐτῶν ἀεὶ τὸ ἔθος καὶ ὅταν μὲν ἀνέσεως λάβωνται κατὰ κρημνῶν φέρονται καὶ ἐπιλανθάνονται τοῦ εὐεργέτου· ὅταν δὲ μικρὸν στενοχωρηθῶσι, τότε συστέλλονται καὶ ταπεινοῦνται. Διὸ καὶ ὁ μακάριος Δαβὶδ τοῦτο δηλῶν ἔλεγεν· «Ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν.»