Ancient Greek · ~2 min
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.20
Not analysed yet
Τοῦτον καὶ ὑμεῖς μιμήσασθε, παρακαλῶ, καὶ δυνήσεσθε οὐ πρὸς δύο καὶ τρεῖς καὶ δέκα ἡμέρας καὶ εἴκοσι μόνον καλεῖσθαι νεοφώτιστοι, ἀλλὰ καὶ δέκα καὶ εἴκοσι καὶ τριάκοντα παρελθόντων ἐτῶν καὶ διὰ πάσης ὡς εἰπεῖν τῆς ζωῆς ταύτης ἀξιοῦσθαι τῆς προσηγορίας. Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως φαιδρότερον ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι, διὰ παντὸς τοῦ χρόνου ταύτης ἀπολαύσομεν τῆς προσηγορίας. Ὥσπερ γὰρ ἔστι τὸν νήφοντα καὶ ἐγρηγορότα καὶ ἀξίαν πολιτείαν ἐπιδεικνύμενον διηνεκῶς εἶναι νεοφώτιστον, οὕτω πάλιν ἔστι καὶ μετὰ μίαν ἡμέραν ῥᾳθυμήσαντα ἀνάξιον γενέσθαι ταύτης τῆς προσηγορίας.