Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.21
Not analysed yet
Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος διὰ τῆς μετὰ ταῦτα ἀρετῆς πλείονα τὴν ἄνωθεν ἐπισπασάμενος ῥοπήν, διηνεκῶς ἐν τῇ φαιδρότητι ταύτῃ διέμεινε, λαμπρότερον ἐν αὐτῷ τῆς ἀρετῆς τὸ φῶς ἐργαζόμενος. Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι· «Μετανόησον γάρ, φησίν, ἀπὸ τῆς κακίας σου ταύτης, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.»