Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.24
Not analysed yet
Εἰδότες τοίνυν ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν ἐν ἡμῖν κεῖται τὸ πᾶν καὶ ἐν τῇ σπουδῇ τῇ ἡμετέρᾳ, εὐγνώμονες γενώμεθα περὶ τὰ ἤδη δωρηθέντα ἵνα καὶ μειζόνων ἑαυτοὺς ἀξίους καταστήσωμεν. Διὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα. Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν καὶ φαιδρότητα ἐὰν μόνον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν.