Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.23
Not analysed yet
Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῦτο οὐκ ἔνι. Ὅταν γάρ τις ἀξιώματός τινος τύχῃ παρὰ τοῦ τῆς γῆς βασιλέως, οὐκ ἐν τῇ αὐτοῦ γνώμῃ κεῖται ἡ ἀφαίρεσις, ἀλλ' ὁ τὴν ἀξίαν παρασχὼν αὐτὸς καὶ τῆς ἀφαιρέσεώς ἐστι κύριος καὶ ὅτε βούλεται γυμνοῖ τῆς ἀξίας τὸν εἰληφότα καὶ ἰδιώτην ἀθρόον ἀπεργάζεται καὶ παραλύει τῆς ἀρχῆς. Ἐπὶ δὲ τοῦ βασιλέως τοῦ ἡμετέρου τοὐναντίον ἅπαν· τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται. Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν αὔξει τὰς παρ' ἑαυτοῦ δωρεάς.