Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.26
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν πρὸς ἐμαυτὸν λέγω καὶ τοὺς πάλαι τοῦ βαπτίσματος ἀξιωθέντας. Ὑμεῖς δὲ οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, ἐμοὶ πείσθητε, καὶ παντὶ τρόπῳ σπουδάσατε καθαρὸν ὑμῶν τὸ ἔνδυμα διατηρῆσαι· πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον. Μὴ δὴ τὰ αὐτὰ ἡμῖν πάθητε, παρακαλῶ, ἀλλ' ἡ τῶν προλαβόντων ῥᾳθυμία ὑμῖν ἀσφαλείας ὑπόθεσις γενέσθω.