Ancient Greek
Catechesis 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 5.27
Not analysed yet
Καὶ καθάπερ στρατιῶται πνευματικοί, γενναῖοι καὶ ἐγρηγορότες, οὕτω καθ' ἑκάστην ἡμέραν ἀποσμήχετε τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, ἵνα βλέπων ὁ πολέμιος τῶν ὅπλων τὴν ἀστραπὴν πόρρω γένηται καὶ μηδὲ πλησίον ἑστάναι νομίσῃ. Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψάμενος ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριάκις ἐπιθέσθαι ἐπιχειρήσῃ. Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ ἰταμὸς καὶ θηρίου παντὸς πικρότερος, ἀλλ' ὁρῶν ὑμῶν τὴν παντευχίαν τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθένειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς ἑαυτοῦ καὶ γινώσκων ὡς ἀνηνύτοις ἐπιχειρεῖ.