Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.1
Not analysed yet
Πάλιν ἱπποδρομίαι καὶ θέατρα σατανικά, καὶ ὁ σύλλογος ἡμῖν ἐλάττων γίνεται. Διὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεάτρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν. Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέχειαν.