Ancient Greek · ~4 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.2
Not analysed yet
Ποίᾳ τοίνυν, εἰπέ μοι, λοιπὸν προθυμίᾳ τῆς συνηθοῦς ἅψομαι διδασκαλίας, ὁρῶν οὐδὲν πλέον κερδαίνοντας ἐκ τῶν παρ' ἡμῶν λεγομένων ἀλλ' ὅσῳ τὰ τῆς διδασκαλίας ἡμῖν ἐπιτείνεται τοσαύτῳ καὶ τὴν ῥᾳθυμίαν ὡς εἰπεῖν αὐξουμένην, ὅπερ καὶ ἡμῖν πλείονα τὴν ὀδύνην ἐργάζεται καὶ ἐκείνοις μείζονα προξενεῖ τὴν κατάκρισιν. Μᾶλλον δὲ οὐκ ὀδύνη μόνον, ἀλλὰ καὶ μείζων ἡμῖν ἡ ἀθυμία γίνεται· καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ διδάσκαλος, ἐπειδὰν θεάσηται μετὰ τὴν πολλὴν ἐπιμέλειαν καὶ τὴν συνεχῆ διδασκαλίαν τοὺς μαθητευομένους ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένοντας, οὐκ ἄν ποτε δύναιτο μετὰ τῆς αὐτῆς προθυμίας τὴν πνευματικὴν διδασκαλίαν προΐεσθαι, καίτοι γε ἐνταῦθα οὐδὲ τῆς ἀμοιβῆς τῶν πόνων αὐτῷ ἐλαττουμένης ἀπὸ τῆς ῥᾳθυμίας τῶν ἀκροατῶν.