Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.11
Not analysed yet
Ὁρᾷς πόση τοῦ ῥήματος ἡ ἀγανάκτησις; Πῶς δὲ ἔστι δοξάσαι τὸν Θεόν; Διὰ τοῦ εἰς δόξαν τοῦ Θεοῦ ζῆν καὶ οὕτως ἡμῶν λάμπειν τὸν βίον καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐδὲν γὰρ οὕτω ποιεῖ δοξάζεσθαι τὸν δεσπότην τὸν ἡμέτερον ὡς ἀρίστη πολιτεία. Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας. Πάντα τοίνυν ἅπερ ἂν πράττωμεν, οὕτως αὐτὰ πράττωμεν ὡς εἰς δοξολογίαν κινεῖν ἕκαστον τῶν ὁρώντων· φησὶ γάρ· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»