Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.12
Not analysed yet
Οἷόν τι λέγω; Κἂν συντυχεῖν τινί ποτε βουληθῇς, μὴ τοὺς ἐν εὐημερίαις καὶ τῇ περιφανείᾳ τῇ κατὰ τὸν κόσμον τυγχάνοντας θεραπεύειν σπούδαζε, ἀλλὰ τοὺς ἐν θλίψεσι, τοὺς ἐν περιστάσεσι, τοὺς ἐν δεσμωτηρίοις, τοὺς πανταχόθεν ἐρήμους καὶ μηδεμιᾶς ἀπολαύοντας παρακλήσεως. Ἐκείνων τὴν συντυχίαν περὶ πολλοῦ ποιοῦ· πολὺ γὰρ ἐξ ἐκείνων δέξῃ τὸ κέρδος καὶ φιλοσοφώτερος μᾶλλον ἔσῃ καὶ εἰς δόξαν Θεοῦ τὸ πᾶν ἐργάσῃ. Κἂν ἐπισκέπτεσθαι δέῃ ὀρφανοὺς καὶ χήρας, καὶ τοὺς ἐν πολλῇ εὐτελείᾳ τυγχάνοντας μᾶλλον προτίμα τῶν ἐν δόξῃ καὶ περιφανείᾳ. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ἐγώ εἰμι πατὴρ ὀρφανῶν καὶ κριτὴς χηρῶν.» Καὶ πάλιν· «Κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος.»