Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.17
Not analysed yet
Ἀλλὰ τί τὸ κέρδος τῶν τοσούτων ἐγκλημάτων ὅταν οἱ ὑπεύθυνοι μὴ ἀκούωσι μηδὲ παρῶσι τούτων λεγομένων; Μᾶλλον δὲ οὐδὲ οὕτως ἡμῖν ἀνόνητος ἔσται ἡ παραίνεσις. Δυνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς μετὰ ἀκριβείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ διαβόλου τὸ δέλεαρ, ἐπανελθεῖν δὲ ἐπὶ τὴν τροφὴν τὴν πνευματικήν. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· ἐπειδὰν γὰρ τοὺς ἀρρώστους ἐπισκέπτωνται, οὐκ ἐκείνοις μόνοις τὰ περὶ τῆς θεραπείας διαλέγονται, ἀλλὰ καὶ τοῖς παρεστῶσι καὶ ὑγιαίνουσι καὶ τῷ κάμνοντι προσήκουσι πάντα διατάττονται, κἀκείνοις ἐγχειρίσαντες τὴν τούτων ἐπιμέλειαν, οὕτως ἐξίασιν ὡς τὸ πᾶν κατορθώσαντες. Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες, ἀλλ' ὑμῖν τοῖς ὑγιαίνουσι τὰ περὶ τῆς ἰατρείας ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν' ὑμεῖς λοιπὸν φροντίσητε τῆς σωτηρίας τῶν οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»