Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.16
Not analysed yet
Ἡμεῖς δὲ μικρὸν ὑπαλλάξαντες ἐροῦμεν· «Ἐάν τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν εὐσεβείας ἐν ταῖς ἀνονήτοις ἐκείναις καὶ ἐπιβλαβέσι συνουσίαις διημερεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ σπουδαιότερον τὰ τοιαῦτα μεταδιώκειν;» Ὅπερ γὰρ ὁ μακάριος ἐκεῖνος ἔλεγεν, ἀναστέλλων τοὺς ἀπαραφυλάκτως μετὰ τὴν τῆς εὐσεβείας γνῶσιν τοῖς εἰδωλίοις παραβάλλοντας καὶ σκανδάλου τοῖς λοιποῖς αἰτίους γινομένους, τοῦτο καὶ ἡμεῖς νῦν εὐκαίρως ἐροῦμεν πρὸς τοὺς εἰς τὰ παράνομα ἐκεῖνα συνέδρια τρέχοντας καὶ τὰς ἔξω διατριβὰς προτιμῶντας τῆς ἐνταῦθα συνελεύσεως.