Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.19
Not analysed yet
Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος· κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεὸν ὁ τοιοῦτος μιμεῖται. Ἄκουε γὰρ διὰ τοῦ προφήτου τί λέγει· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται.» Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Τί τούτου ἴσον γένοιτ' ἄν; Τοῦτο πάντων τῶν κατορθωμάτων μεῖζον, τοῦτο πάσης τῆς ἀρετῆς τὸ κεφάλαιον.