Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.20
Not analysed yet
Καὶ μάλα εἰκότως· εἰ γὰρ ὁ Χριστὸς τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι' αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν. Ἀλλ' ὅτι μὲν τοῦτο ποιήσητε φιλόστοργοί τινες ὄντες περὶ τὰ μέλη τὰ ὑμέτερα καὶ μετὰ πάσης σπουδῆς ἐπανάξετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους πρὸς τὴν κοινὴν μητέρα, πάνυ πέπεισμαι εἰδὼς ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνετοὶ ὄντες δύνασθε καὶ ἄλλους νουθετεῖν.