Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.24
Not analysed yet
Διὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν. Ὅτι γὰρ γάμος πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τράπεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν. Καὶ τί λέγω ἑπτὰ ἡμέρας; Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέραιον καὶ φαιδρὸν διατηρήσητε.