Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.23
Not analysed yet
Διὸ παρακαλῶ καὶ τοὺς πρόσφατον τοῦ βαπτίσματος ἀξιωθέντας καὶ τοὺς πρὸ τούτου τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι' ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην. Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ· ἱμάτιον γάρ ἐστι καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκαθαιρόμενον. Ἐπὶ δὲ τῆς ψυχῆς εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ λογισμῶν τῶν ἐν τῇ διανοίᾳ τικτομένων, πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ δυσωδία.