Ancient Greek · ~2 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.3
Not analysed yet
Οὐδὲ γὰρ ὅπερ ἔστιν ἐπὶ τῆς γῆς ἰδεῖν, τοῦτο καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας συμβαίνει. Ἐκεῖ μὲν γὰρ ὅταν ἡ γῆ διαψεύσηται, κεναῖς οἴκαδε χερσὶν ὁ γηπόνος ἀναχωρεῖ, οὐδεμίαν τῶν πόνων παραμυθίαν εὑρεῖν δυνηθείς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένωσιν οἱ μαθητευόμενοι κἂν μηδεὶς ὠφελῆται ἐκ τῶν λεγομένων, ὅταν ὁ διδάσκαλος μηδὲν τῶν προσηκόντων εἰς αὐτὸν παραλίπῃ, καὶ οὕτω τὰς ἀμοιβὰς τῶν πόνων μετὰ δαψιλείας κομίζεται, τοῦ φιλανθρώπου Θεοῦ οὐ διὰ τὴν ἐκείνων ῥᾳθυμίαν ὑποτεμνομένου τῶν πόνων τοὺς μισθούς, ἀλλὰ κἄν τε ἀκούωσι κἄν τε μὴ ἀκούωσι, δαψιλεῖς παρέχοντος τὰς ἀντιδόσεις.