Ancient Greek · ~3 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.5
Not analysed yet
Ὅπερ δὲ καὶ ὁ Χριστὸς ἔλεγε περὶ τῶν Ἰουδαίων· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν», τοῦτο καὶ ἡμῖν ἁρμόσει νῦν λέγειν περὶ τῶν προτιμησάντων τῆς ἐνταῦθα συνελεύσεως τὴν ἔξω διατριβὴν καὶ τὰς ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ τοῦ διαβόλου θέατρα. Εἰ μὴ προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παντὸς τοῦ χρόνου ἐνηχοῦντες, παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ' ἑκάστην ἡμέραν διὰ τῆς συνεχοῦς διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δεικνύντες τῆς κακίας τὴν λύμην, διεγείροντες πρὸς τὴν τῶν ἤδη ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες ταῦτα ἅπαντα πεποιήκαμεν, τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε.