Ancient Greek
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.6
Not analysed yet
Νυνὶ δὲ ποίαν ἕξουσιν ἀπολογίαν; Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν. διδάσκαλος ῥᾳθυμίας γίνηται; Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ ὑπὸ τοῦ χρόνου τῆς ἡλικίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως ἀπέχεται τῆς πονηρᾶς ταύτης συνηθείας.