Ancient Greek · ~2 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.9
Not analysed yet
Καὶ πῶς ἔστι, φησίν, εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν; Ὅταν καθήμενος ἐπὶ τῆς τραπέζης εὐχαριστῇς τῷ δεδωκότι, ὅταν ἐπιγινώσκῃς τὸν χορηγόν, ὅταν μηδεμίαν βιωτικὴν ἐπεισαγάγῃς διάλεξιν, ἀλλὰ μετὰ πολλῆς τῆς σωφροσύνης τὴν χρείαν τοῦ σώματος πληρώσας καὶ τὴν ἀμετρίαν καὶ τὴν ἀδηφαγίαν ἐκκλίνας, ἀναστὰς εὐχαριστήσῃς τῷ τὴν τροφὴν παρασχόντι εἰς σύστασιν ἡμετέραν, τότε εἰς δόξαν Θεοῦ πάντα ἐποίησας. «Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»