Ancient Greek · ~2 min
Catechesis 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 6.8
Not analysed yet
Εἶδες σπλάγχνα ἀποστολικὰ οἵαν συμβουλὴν εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι; Διὸ καὶ ἑτέροις παραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Σκόπει μοι παραίνεσιν ἀκριβεστάτην. Πάντα, φησίν, ἅπερ μεταχειρίζῃ καὶ διαπράττῃ, ῥίζαν καὶ ὑπόθεσιν ταύτην ἐχέτω τὸ εἰς δόξαν Θεοῦ συντείνειν καὶ μηδὲν γινέσθω παρὰ σοῦ ὃ μὴ ταύτην ἔχει τὴν ὑπόθεσιν. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»