Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.18
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν τύραννον πῦρ πνέοντα καὶ θήγοντα τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύμενον καὶ πῦρ καὶ τήγανα καὶ λέβητας ὑποκαιομένους παρασκευάζοντα καὶ πάντα ποιοῦντα ὥστε περιγενέσθαι καὶ καταπαλαῖσαι αὐτῶν τὸν λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο.