Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.17
Not analysed yet
Ἐπειδὴ καὶ οἱ ἅγιοι οὗτοι μάρτυρες, ἐπεὶ τὰ ἄνω ἐφρόνησαν καὶ τῆς γῆς ὑπερεῖδον κἀκεῖνα ἐζήτησαν, διὰ τοῦτο κἀκείνων μετὰ δαψιλείας ἐπέτυχον καὶ τῆς ἐνταῦθα τιμῆς καθ' ἑκάστην ἡμέραν ἀπολαύουσιν, εἰ καὶ μὴ δέονται ταύτης καθάπαξ αὐτῆς ὑπεριδόντες, ἀλλ' ὅμως διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν προσίενται τὴν παρ' ἡμῶν τιμὴν καὶ μὴ δεόμενοι, ἵν' ἡμεῖς τὴν παρ' αὐτῶν εὐλογίαν καρπώσασθαι δυνηθῶμεν.