Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.2
Not analysed yet
Μέγα γὰρ ὄφελος ταῖς ἡμετέραις ψυχαῖς ἐντεῦθεν προσγίνεται ἐὰν νήφωμεν· οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται καὶ πρὸς φιλοσοφίαν ἐναγαγεῖν καὶ τὴν τῶν παρόντων ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν ἀφιέντα φωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος καὶ τῆς ἀντιδόσεως τὴν ὑπερβολήν. Ὅσον γὰρ λείπεται λόγος πράξεως τοσοῦτον τὰ παρ' ἡμῶν λεγόμενα τῆς παρὰ τῶν ἁγίων τούτων διδασκαλίας.