Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.3
Not analysed yet
Ὅταν τοίνυν ἐνταῦθα παραγενόμενος, ἀγαπητέ, ἀναλογίσῃ τῇ διανοίᾳ ὅτι ὁ δῆμος οὗτος ἅπας μετὰ τοσαύτης σπουδῆς συντρέχειν ἐπείγεται ὥστε τὴν κόνιν περιπτύξασθαι καὶ τὴν ἐντεῦθεν εὐλογίαν καρπώσασθαι, πῶς οὐχὶ μετάρσιος γενήσῃ λοιπὸν τῇ διανοίᾳ καὶ τὸν ἴσον ζῆλον τῷ μάρτυρι ἐπιδείξασθαι σπεύσεις, ὥστε καὶ αὐτὸς τῶν αὐτῶν ἀξιωθῆναι ἀμοιβῶν; Ἐννόησον γὰρ εἰ παρ' ἡμῶν τῶν συνδούλων ἐνταῦθα τοσαύτης ἀπολαύουσι τιμῆς, πόσης καὶ ἡλίκης ἀπολαύσονται παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπολάμπειν· «τότε γάρ, φησίν, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.»