Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.20
Not analysed yet
Διά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος εἰδὼς τῆς τοιαύτης συμβουλῆς τὴν ἰσχὺν ἔλεγε· «Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ὅρα διδασκάλου σύνεσιν, ποῦ ἀνήγαγεν ἀθρόον τοὺς αὐτῷ πειθομένους. Πάντας γὰρ διατεμὼν ἀγγέλους, ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, πάσας τὰς ἀοράτους ἐκείνας δυνάμεις, τὰ χερουβίμ, τὰ σεραφίμ, παρ' αὐτὸν τὸν θρόνον τὸν βασιλικὸν ἔστησε τῶν πιστῶν τὰ φρονήματα· καὶ τοὺς ἐπὶ τῆς γῆς βαδίζοντας διὰ τῆς οἰκείας διδασκαλίας ἔπεισε μὲν ἀπαλλάττεσθαι τῶν συνδέσμων τοῦ σώματος, ἵπτασθαι δὲ καὶ παρ' αὐτὸν ἑστάναι τῇ διανοίᾳ τὸν τῶν ὅλων κύριον.