Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.21
Not analysed yet
Καὶ ἵνα μὴ νομίσωσι πάλιν οἱ ταῦτα ἀκούοντες ὑπερβαίνειν αὐτοὺς τὴν συμβουλὴν καὶ ἀδύνατα εἶναι τὰ ἐπιτάγματα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην δύναμιν εἶναι τὸ τοιοῦτον φρόνημα ἀναλαβεῖν, εἰπών· «Τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς», ἐπήγαγεν· «Ἀπεθάνετε γάρ.» Ὢ ψυχῆς πεπυρωμένης καὶ πολὺν ἐχούσης τὸν πόθον περὶ τὸν Θεόν. «Ἀπεθάνετε γάρ, φησί», μονονουχὶ λέγων· Τί κοινὸν ἔχετε πρὸς τὸν παρόντα βίον λοιπόν; Τί κεχήνατε πρὸς τὰ τῆς γῆς πράγματα; Ἀπεθάνετε, τουτέστι νεκροὶ γεγόνατε τῇ ἁμαρτίᾳ, καθάπαξ ἀπετάξασθε τῇ παρούσῃ ζωῇ.