Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.23
Not analysed yet
Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.