Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.22
Not analysed yet
Εἶτα ἵνα μὴ θορυβηθῶσιν ἀκούοντες ἀπεθάνετε, ταχέως ἐπήγαγε· «καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Ἡ ζωή, φησίν, ἡ ὑμετέρα νῦν οὐ φαίνεται, κέκρυπται γάρ· μὴ τοίνυν ὡς ζῶντες οὕτως ἐνεργεῖτε πρὸς τὰ τοῦ παρόντος βίου πράγματα, ἀλλ' ὡσανεὶ ἀποθανόντες καὶ νεκροὶ ὄντες οὕτω διάκεισθε. Εἰπὲ γάρ μοι, μὴ ἔστι τὸν ἀποθάνοντα κατὰ τὸν βίον τοῦτον ἐνεργεῖν τι λοιπὸν εἰς τὰ παρόντα πράγματα; Οὐδαμῶς. Οὕτω, φησί, καὶ ὑμᾶς ἀποθανόντας καθάπαξ καὶ νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τοῦ βαπτίσματος, ἀκόλουθον μηδὲν κοινὸν ἔχειν πρὸς τὰ τῆς σαρκὸς πάθη καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα. «Ὁ παλαιὸς γὰρ ἡμῶν ἄνθρωπος, φησί, συνεσταυρώθη καὶ ἐτάφη διὰ τοῦ βαπτίσματος.» Μηδὲν τοίνυν τῶν ἐπὶ τῆς γῆς διαπράττεσθε μηδὲ ὡς ζῶντες ἐν τοῖς παροῦσι πράγμασιν ἐνεργεῖτε. Ἡ γὰρ ζωὴ ἡ ὑμετέρα νῦν μὲν κέκρυπται καὶ ἄδηλός ἐστι τοῖς ἀπίστοις, ἔσται δὲ καιρὸς ὅτε φανερὰ γενήσεται. Νῦν οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· ἀποθανόντες τοίνυν καθάπαξ μὴ θελήσητε τὰ ἐπὶ τῆς γῆς φρονεῖν. Τὸ γὰρ τῆς ἀρετῆς ὑμῶν μέγεθος οὕτω μάλιστα διαδείκνυται ὅταν τὸ φρόνημα τῆς σαρκὸς καταγωνισάμενοι ὡσανεὶ νεκροὶ τῷ βίῳ γεγενημένοι οὕτω διάκεισθε πρὸς ἅπαντα τὰ βιωτικά.