Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.25
Not analysed yet
Εἶδες ἱματίου δύναμιν; Εἶδες ἐνδύματος φαιδρότητα οὐ χρόνῳ εἴκουσαν, οὐχ ὑπὸ παλαιότητος ἀμαυρουμένην; Εἶδες κάλλος ἀμήχανον; Σπουδάζωμεν τοίνυν, παρακαλῶ, τοῦτο τὸ κάλλος ἀκμάζον διατηρεῖν καὶ μάθωμεν ἀκριβῶς τίνα ἐστὶ τὰ δυνάμενα τοῦ κάλλους τούτου τὴν φαιδρότητα διατηρῆσαι. Τίνα οὖν ἐστι; Πρὸ πάντων εὐχὴ ἐκτενὴς καὶ εὐχαριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας. Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμετέρα, τοῦτο τὸ φάρμακον τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων. Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς ἡμετέρας ψυχῆς, εὐχὴ ἡ ἀπολύτρωσις τῶν ἡμετέρων ἁμαρτημάτων, εὐχὴ ἡ ὑπόθεσις τῶν μυρίων ἀγαθῶν. Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην. Τί οὖν ἂν εἴη μακαριώτερον τοῦ καταξιουμένου συνεχῶς τῆς πρὸς τὸν δεσπότην ὁμιλίας;