Ancient Greek · ~3 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.26
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον διαφέροντας. Οἳ ἐπειδὰν ἴδωσί τινα συνεχῶς τῷ ἐπὶ τῆς γῆς βασιλεύοντι διαλεγόμενον, πῶς μέγαν τοῦτον εἶναι νομίζουσι καὶ μακαριστότατον ἀποφαίνουσι καὶ περιέπουσι ὡς θαυμαστόν τινα καὶ τῆς ἀνωτάτω τιμῆς ἠξιωμένον. Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι καὶ περὶ βιωτικῶν καὶ ἐπικήρων πραγμάτων διεξιόντι οὕτω περίβλεπτος εἶναι νομίζεται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέγεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν παραπτωμάτων, περὶ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὁ τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν ῥοπήν.